Ancient Greek
P.Oxy. 9 1218
Documentary Papyri, P.Oxy. 9 1218
Not analysed yet
Δίδυμος Χαιρήμονι τῷ πατρὶ πλεῖστα χαίρειν. μὴ ἀμελήσῃς περὶ τῶν ἔργων τῆς γεούχου καθὼς ἐδεήθης, οἶδα γάρ σου τὸ σπουδαῖον καὶ ἐπιεικές. οὐδὲν δύσκολον ἔνι ἐπὶ τῆς οἰκίας σου. ἡ μήτηρ μου Θαῆσις εἰς Ἀντινόου, δοκῶ, ἐπὶ κηδείαν ἀπῆλθεν. περὶ οὗτινος ἐὰν χρήζῃς ἡδέως ποιοῦντι ἀνόκνως δήλωσον. ἄσπαζε πολλὰ τὸν φίλτατον Φούλλωνα καὶ τὰ ἀβάσκαντα αὐτοῦ παιδία καὶ τὴν σύμβιον καὶ οὓς ἡδέως ἔχομεν κατʼ ὄνομα. ἀσπάζονταί σε οἱ σοὶ πάντες οἱ οἰκεῖοί σου καὶ τὰ παιδία σου. ἐρρῶσθαί σε εὔχομαι. Χαιρήμονι …