Ancient Greek
P.Ryl. 2 141
Documentary Papyri, P.Ryl. 2 141
Not analysed yet
Γαίωι Τρέβιωι Ἰούστωι ἑκατοντάρχῃ παρὰ Πετερμούθιος τοῦ Ἡρακλήου τῶν ἀπʼ Εὐημερίας δημοσίου γεωργοῦ καὶ πράκτορος δημοσίων γεωργοῦντος δὲ καὶ Ἀντωνίας Δρούσου. τῆι β τοῦ ἐνεστῶτος μηνὸς Παχὼν τοῦ α ἔτους Γαίου Καίσαρος Αὐτοκράτορος λογοποιουμένου πρὸς Παποντῶν Ὀρσενούφιος καὶ Ἀπίωνα λεγόμενον Καπαρεῖν ποιμένας ὑπὲρ ὧν ὀφείλουσί μοι βλάβους κατανεμήσεως διὰ τῶν ἑαυτῶν προβάτων ἔδωκάν μοι πληγὰς πλείους ἀναιδευόμενοι μὴ ἀποδοῦναι, καὶ ἀπώλεσα ἃς εἶχον ἀπὸ τιμῆς ὀπίου ἀργυρίου δραχμὰς μ καὶ ζώνην. διὸ ἀξιῶ ἀντιλήμψεως τυχεῖν ἵνα μηδὲν τῶν δημοσίων διαπέσῃ. εὐτύχει.