Ancient Greek
P.Ryl. 2 142
Documentary Papyri, P.Ryl. 2 142
Not analysed yet
Ἀθηνοδώρωι ἐπιστάτῃ φυλακιτῶν παρὰ Ἡρακλήου τοῦ Πνεφερῶτος προσοδικοῦ γεωργοῦ τῶν ἀπʼ Εὐημερίας. νυκτὶ τῇ φερούσῃ εἰς τὴν κβ τοῦ ἐνεστῶτος μηνὸς Μεσορὴ τοῦ α ἔτους Γαίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ ἐπιβαλόντες τινὲς λῃστρικῷ τρόπωι εἰς ὃν ἔχω ἐν οἷς γεωργῶ ἐπὶ τοῦ α γύου προσοδικοῖς ἐδάφεσι χόρτον τεθηκοποιημένον εἰς τὸν λόγον τοῦ νομάρχου ἰδιοσπορίᾳ δημόσιον, ἤροσαν διὰ ὄνων εἰς λόγον δεσμῶν ἑξακοσίων . διὸ ἀξιῶ γράψαι τῷ τῆς κώμης ἀρχεφόδῳ ἀναζητῆσαι ὑπὲρ τοῦ μέρους. εὐτύχει. Ἡρακλῆς Πνεφερῶτος ἐπιδέδωκα τὸ προκείμενον ὑπόμνημα.