Ancient Greek
P.Ryl. 2 143
Documentary Papyri, P.Ryl. 2 143
Not analysed yet
Διδύμῳ Ἱέρακος Ἀλθαιεῖ τῶν ἐν τῷ Μουσείωι σιτουμένων φιλοσόφων ἀτελῶν στρατηγῶι παρὰ Ἡρακλᾶ τοῦ Διοδώρου δημοσίου γεωργοῦ τῶν ἀπʼ Εὐημερίας τῆς Θεμίστου μερίδος. ἔτι ἀπὸ τοῦ Φαρμοῦθι τοῦ ἐνεστῶτος β ἔτους Γαίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Σερᾶς Παήους προβατοκτηνοτρόφος ἐπαφεὶς τὰ ἑαυτοῦ πρόβατα εἰς ἃ γεωργῶ περὶ τὴν κώμην δημόσια ἐδάφη ἐπὶ τοῦ ζ γύου κατενέμησέν μου ἀρακοσπέρμου ἀρούρας β, ἐξ οὗ βλάβος μοι ἐπηκολούθησε εἰς λόγον ἀρταβῶν κ. διὸ ἀξιῶ γράψαι ἀχθῆναι τὸν ἐνκαλούμενον ἐπὶ σὲ πρὸς τὴν δέουσαν ἐπέξοδον. εὐτύχει.