Ancient Greek
P.Ryl. 2 144
Documentary Papyri, P.Ryl. 2 144
Not analysed yet
Ἀθηνοδώρωι ἐπιστάτῃ φυλακιτῶν παρὰ Ἰσίωνος δούλου Χαιρήμονος ἐξηγητοῦ. τῇ Σεβαστῇ β τοῦ ἐνεστῶτος μηνὸς Παῦνι τοῦ β ἔτους Γαίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ παραγενομένου μου εἰς Εὐημέρειαν τῆς Θεμίστου μερίδος περὶ μετεώρων ἐλογοποιήσαμην πρὸς Ὀννῶφριν Σίλβωνος τῶν ἀπὸ τῆς κώμης ὑπὲρ οὗ ἔχω πρὸς αὐτὸν ἐνεχύρου, ὃς δὲ ἐκ τοῦ ἐναντίου ἄλογον ἀηδίαν μοι ἐπιχειρήσας παρεχρήσατό μοι πολλὰ καὶ ἄσχημα καὶ ἐνειλούμενός μοι ἀπώλεσα πινακίδα καὶ ἀργυρίου δραχμὰς ξ, ἔτι δὲ καὶ ἐτόλμησεν φθόνου μοι ἐπαγαγεῖν αἰτίας τοῦ μὴ ὄντος. διὸ ἀξιῶ γράψαι ἀχθῆναι αὐτὸν ἐπὶ σὲ πρὸς τὴν δέουσαν ἐπέξοδον. εὐτύχει.