Ancient Greek
P.Ryl. 2 145
Documentary Papyri, P.Ryl. 2 145
Not analysed yet
Ἀθηνοδώρωι ἐπιστάτῃ φυλακιτῶν παρὰ Δικτᾶτος τοῦ προεστῶτος τῆς Θέωνος τοῦ Θέωνος προσόδου. Χαιρήμων Μοσχᾶτος γενάμενος ζυτοποιὸς τῆς κτήσεως πλείστας ὕβρεις τοῖς παρʼ ἐμοῦ συντελῶν ἔτι καὶ μὴ ἀρκεσθεὶς συνλαβὼν Ἀρτεμίδωρον ὄντα μου ζυτοποιὸν ἔδωκεν πληγὰς πλείους εἰς πᾶν μέρος τοῦ σώματος καὶ ἀφήρπασεν παρʼ αὐτοῦ ὄνον θήλειαν καὶ σάκκον πλήρη κνήκου καὶ ἀργυρίου μ καὶ ἱμάτια. ἀξιῶ γράφειν τῷ τῆς Ταυρίνου ἀρχεφόδῳ οὗ καὶ καταγίνονται ἐκπέμψαι τοὺς ἐνκαλουμένους. εὐτύχει. ἀρχεφόδῳ· ἔκπεμψον, Τῦβι γ ἔτους γ Γαίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ. ἀρχεφόδῳ Ταυρείνου.