Ancient Greek
P.Ryl. 2 146
Documentary Papyri, P.Ryl. 2 146
Not analysed yet
Ἀθηνοδώρωι ἐπιστάτηι φυλακιτῶν παρὰ Τεσενούφιος τοῦ Πετερμούθιος τῶν καταγεινομένων ἐν τῷ περὶ Εὐημέρειαν ἐποικίωι λεγομένῳ Ἀμμίνωι Θερμουθαρίου τῆς Λυκαρίωνος. τῆι ιδ τοῦ ἐνεστῶτος μηνὸς Φαρμοῦθι τοῦ γ ἔτους Γαίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ ἐπιβαλόντες τινὲς λῃστρικῶι τρόπῳ εἰς ὃν καταγείνομαι οἶκον ἐν τῷ προκειμένωι ἐποικίωι ἐξετόπισάν μου ἐρίων σταθμία δέκα λευκῶν καὶ κρόκης ὁμοίως σταθμία πέντε καὶ στήμονος σταθμία δύο · καθυπονοῶ δὲ τοὺς ἐν τῷ ἐποικίῳ καταγεινομένους. διὸ ἀξιῶ γράψαι ἀναζητῆσαι ὑπὲρ τοῦ μέρους πρὸς τὴν δέουσαν ἐπέξοδον. εὐτύχει. Τεσενοῦφις ὡς ἐτῶν κη οὐλὴ κνήμῃ ἀριστερᾷ.