Ancient Greek
P.Ryl. 2 147
Documentary Papyri, P.Ryl. 2 147
Not analysed yet
Γαίωι Ἰουλίῳ Φόλῳ ἐπιστάτῃ φυλακιτῶν παρὰ Πτολεμαίου τοῦ Διδύμου νομογράφου Εὐημερείας τῆς Θεμίστου μερίδος. τῇ α τοῦ ἐνεστῶτος μηνὸς Παῦνι τοῦ γ ἔτους Γαίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ ἐπιβαλόντες Δάρης Πτολεμαίου καὶ Σερᾶς Παήους καὶ Ὀρσεὺς Ἡρακλήου λεγόμενος Φέλκις ποιμένες εἰς τὸν ὑπάρχοντά μοι περὶ τὴν κώμην κλῆρον ἐν τῷ λιβὶ μέρει ἐπαφεῖκαν τὰ ἑαυτῶν πρόβατα καὶ κατενέμησαν ἀπὸ τῆς ἐν σπόρῳ κριθῆς καὶ δραγμάτων εἰς λόγον κριθῆς ἀρταβῶν ιβ. διὸ ἀξιῶ γράψαι ἀχθῆναι τοὺς ἐνκαλουμένους ἐπὶ σὲ πρὸς τὴν δέουσαν ἐπέξοδον. εὐτύχει.