Ancient Greek
P.Ryl. 2 237
Documentary Papyri, P.Ryl. 2 237
Not analysed yet
…μωμαι καὶ ἐπισφραγίζω τὰς προσόδους ἡμῶν· καὶ εἶπεν Ἡρακλείδου ἐπισφραγισθῆναι πυρὸν ὃν ἔλαβεν ἐν Ψενύρει μετὰ τὸ εἰσενεγκεῖν ἕκαστον αὐτῶν ἐκ…μενος, καὶ ὑπηρέται παρεζεύχθησαν μέχρι τῆς σήμερον ἡμέρας ἄχρις οὗ πληρώσουσι. ὕστερον ὁ στρατηγὸς εἶπέ μοι· διάγραψον τοῦτο καὶ αὐτῷ συνφέρει. ἐγὼ δὲ ἐπιδέχομαι τί γράφει μοι Ποσιδώνιος ἵνα καὶ ἐγὼ εἰς ἐκεῖνον ἰσχύσω συνπεριενεχθῆναι εὐχρώμως. ἐγὼ δὲ δηλώσας τῷ στρατηγῷ καὶ τῶν ἄλλων τὴν ὕβριν …διέγραψα τάλαντα δύο αὐτοῦ λέγοντος πρὸς τὸ ἴσον ἐξέτασον οὖν, κύριέ μου εἰ ἔδωκαν οἱ τοῦ Φιλοξένου τὸ ἀργύριον καὶ δήλωσον ἡμῖν ἵνʼ εἰδῶμεν μήπως παίγνιον ἐγένετο τῆς χειρὸς …ἐπὶ δημοσίᾳ ἐγένετο. γίνωσκε, κύριε, παραλαβεῖν τοὺς τοῦ Ἀπίωνος διὰ Μύσθου ἐν Ταυρείνου πυροῦ ἀρτάβας ὀγδοήκοντα καὶ εἰς Διονυσιάδα τεσσεράκοντα πέντε εἰς πλήρωσιν ἑκατὸν εἴκοσι πέντε ,καὶ ἐμὲ δὲ μεμετρηκέναι ἐν τῷ ἄλσει εἰς λόγον σιτολογίας Ταυρίνου πυροῦ ἀρταβῶν …κοσίων τεσσεράκοντα ἓξ δίμοιρον ἐξ ὧν ἔλαβον παρὰ …υ ἔξω Ψερὺ πυροῦ τριάκοντα καὶ ἐκ τιμῆς πυροῦ