Ancient Greek
P.Ryl. 2 245 Vo
Documentary Papyri, P.Ryl. 2 245
Not analysed yet
παρὰ Ἀρείου. περὶ τῶν ἀξόνων ἠμέλησας ὁπότʼ ἐδεήσαμεν αὐτῶν, ἀλλὰ καὶ νῦν τὴν ἀγόρασιν παρασχοῦ. πρὸς δραχμαῖς δ τὰς ἐκατὸν δός, ὅπου δύναται τα…υνη ποιῆσαι τέσσαρας …ας ἢ καὶ πρός, δύνασθε ἀποθέσθαι ἐν τῇ ε… ὅπου εἰσὶν οἱ τα… εἰς τοὺς μείζονας …ους. ἔπεμψά σοι σακκίον στυππείων. εἰ δὲ θέλεις ἔχειν τὸν ποιμένα πόκους γ ἵνα ἀναπέμψῃς αὐτούς, ἀποδῇς. πέμψον δὲ καὶ εἰς Διονυσιάδα οἴνου ἔτι ἵνα χωρήσῃ ἡ τιμὴ ἐπὶ σκάφητρον τῶν ἐλαιώνων διὰ τὸ τὸν Δῖον ἀποδεδημηκέναι εἰς τὴν Ἀλεξάνδρειαν. ἔρρωσο. Λουκρητίῳ πλεῖστα χαίρειν. Λουκρητίῳ παρὰ Ἀρείου. …