Ancient Greek
P.Ryl. 2 248
Documentary Papyri, P.Ryl. 2 248
Not analysed yet
ἔτους ιθ Παχὼν ε. τέτακται ἐπὶ τὴν ἐν Ἑρμώνθει τράπεζαν ἐφʼ ἧς Καλλίας εἰκοστῆς ἐνκυκλίου κατὰ τὴν παρʼ Ἀσκληπιάδου τοῦ πρὸς τῆι ὠνῆι διαγραφὴν ὑφʼ ἣν ὑπογράφει Ζμῖνις ὁ παρὰ Πακοίβιος τοῦ παρὰ Διονυσίου τοῦ βασιλικοῦ γραμματέως Καλῖβις πρεσβυτέρα Ἁραπάθου γῆς σιτοφόρου τὸ ἥμισυ ἀρουρῶν θ 𐅵καὶ τῆς προσούσης χέρσου καὶ τῆς ἐν αὐτῆι οἰκίας ᾠκοδομημένης κατὰ τὸ ἥμισυ τῆς οὔσης ἐν τῆι ἱερᾶι προσόδωι τῆς Ἀφροδίτης, ἧς αἱ γειτνίαι δεδήλωνται διὰ τῆς προκειμένης συγγραφῆς, ἣν ἠγόρασεν παρὰ Σιεπμοῦτος τοῦ Ἁρομγοῦτος χαλκοῦ ταλάντων δ Β, τέλος οὗ ἀλλαγὴ χιλίας τριακοσίας, γίνονται Ατ. Καλλίας.