Ancient Greek
60.16 to 60.19
Documentary Papyri, P.Sakaon 60.16-19
Not analysed yet
μεθʼ ἡμιολίας καὶ τὰ τέλη καὶ τὰ ἀναλώματα διπλᾶ, χωρὶς τοῦ μένειν κύρια καὶ τὰ προγεγραμμένα· καὶ περὶ δὲ τὰ ταῦτα οὔτως ὀρθῶς καλῶς γεγονέναι ἐπερωτήσασαι ἀλλήλας ὡμολόγησαν. Αὐρηλία Τιταιανὴ Φιλαδέλφου χωρὶς κυρίου χρηματίζουσα ὁμολογῶ πεπρακέναι τὴν ὑπάρχουσάν μοι ἐπʼ ἀμφόδου Θηβαίων οἰκίαν σὺν χρηστηρίοις, ἧς αἱ γειτνίαι πρόκεινται, καὶ ἀπέσχον τὰ τῆς τιμῆς τάλαντα δέκα πλήρης διὰ χειρὸς καὶ βεβαιῶ πάσῃ βεβαιώσει ὡς πρόκιται· καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Αὐρήλιος Τευεῖς Ἰσχυρίονος ἔγραψα ὑπὲρ τῆς μητρός μου ἀγραμμάτου. Αὐρηλία Ἄρτεμις χωρὶς κυρίου χρηματίζουσα· γέγονεν εἴς με ἡ πρᾶσις τῆς οἰκίας ὡς πρόκιται. Αὐρήλιος Πλουτάμμων Διδύμου ἔγραψα ὑπὲρ αὐτῆς ἀγραμμάτου.