Ancient Greek
P.Select 12
Documentary Papyri, P.Select 12
Not analysed yet
φιε… Ἀρτέμωνι βασιλικῷ γραμματεῖ Πολέμωνος μερίδος παρὰ Ὀρσενούφιος τοῦ Ἁρφαήσιος τοῦ Ἁρφαήσιος μητρὸς Ταποντῶτος λαογραφουμένου ἰδιώτου τῶν ἀπὸ κώμης …ἀπογράφομαι ἐμαυτὸν καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦ διεληλυθότος ζ ἔτους Τραιανοῦ Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφὴν ἐν τῷ ὑπάρχοντί μοι ἐν τῇ κώμῃ μέρει οἰκίας, εἰμὶ δὲ Ὀρσενοῦφις ὡς ἐτῶν κ οὐλὴ ἀντικνημίῳ ἀριστερῷ καὶ τὰς ἀδελφάς μου Ταποντῶν ἐτῶν ιδ ἄσημον Σουμῆιν ἐτῶν η ἄσημον. ἔτους η Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Φαμενώθ …Ὀρσενοῦφις Ἁρφαήσιος ἐπιδέδωκα τὴν ἀπογραφὴν καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ Σαραπίων νομογράφος μὴ εἰδότος γράμματα.