Ancient Greek
P.Soter. 20
Documentary Papyri, P.Soter. 20
Not analysed yet
Σεντία Ἀσκλατάριον μετὰ κυρίου Λουκίου Ἐγνατίου Κρίσπου Διδυμίωνι γεωργῶι χαίρειν. ἀπέχω παρὰ σοῦ τὸ ἐκφόριον οὗ γεωργεῖς μου κλήρου κατοικικοῦ περὶ κώμην Θεαδέλφειαν ἀρουρῶν δύο ἡμίσους τοῦ τεσσαρεσκαιδεκάτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου σοῦ ὑπολελογηκότος τὰ σπέρματα τῆς εἰς τὸ πεντεκαιδέκατον ἔτος κατασπορᾶς, κυρίας οὔσης τῆς εἰς σὲ μισθώσεως. Ἐγνάτιος Κρίσπος ἔγραψα ὑπὲρ τῆς Σεντίας βραδέα γραφούσης Σεντία ἀπέχω καθὼς πρόκιται. ἔτους πεντεκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαῶφι τρεισκαιδεκάτηι