Ancient Greek
P.Soter. 21
Documentary Papyri, P.Soter. 21
Not analysed yet
Σεντία Ἀσκλατάριον μετὰ κυρίου Λουκίου Εἰγνατίου Κρίσπου Διδυμίωνι …καὶ Σωτᾷ χαίρειν. ἀπέχω παρʼ ὑμῶν τὸ ἐκφόριον οὗ γεωργεῖτέ μου κλήρου κατοικικοῦ περὶ Θεαδέλφειαν ἀρουρῶν δύο ἡμίσους τοῦ ἑκκαιδεκάτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ὑμῶν ὑπολελογηκότων τὰ σπέρματα τῆς εἰς ἑπτακαιδέκατον ἔτος κατασπορᾶς κυρίας οὔσης τῆς μισθώσεως. Εἰγνάτιος Κρίσπος ἔγραψα ὑπὲρ τῆς Σεντίας βραδέα γραφούσης. Σεντία Ἀσκλατάριον ἀπέχω καθὼς πρόκειται. ἔτους ἑπτακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαμενὼθ κϛ.