Ancient Greek
P.Soter. 22
Documentary Papyri, P.Soter. 22
Not analysed yet
ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ μηνὸς Καισαρείου τεσσαρεσκαιδεκάτηι ἐν Θεαδελφείαι τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Ἡρώδης Λεοντείου ὡς ἐτῶν ἑξήκοντα τεσσάρων οὐλὴ ἀντικνημίωι ἀριστερῶι Λύκωι ὡς ἐτῶν τριάκοντα πέντε οὐλὴ ἀντίχειρι ἀριστερᾷ καὶ Χάρηι ὡς ἐτῶν τριάκοντα οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς καὶ Δείωι ὡς ἐτῶν εἴκοσι πέντε οὐλὴ ἀντικνημίωι ἀριστερῶι τοῖς τρισὶ Σωτηρίχου καὶ τῇ τούτων μητρὶ Θαισᾶτι Χάρητος ὡς ἐτῶν πεντήκοντα οὐλὴ μετώπωι μέσωι μετὰ κυρίου ἑνὸς τῶν προγεγραμμένων αὐτῆς υἱῶν Λύκου ἀπέχειν παρʼ αὐτῶν ἀργυρίου δραχμὰς τριάκοντα ,ἃς ὤφειλεν ὁ μετηλαχὼς τῶν περὶ τὸν Λύκον πατὴρ Σωτήριχος Λύκου ἔτι περιὼν τῷ Ἡρώδῃ καθʼ ὁμολογίαν τὴν διὰ τοῦ αὐτοῦ γραφείου τελειωθεῖσαν τῶι πεντεκαιδεκάτωι ἔτει Δομιτιανοῦ καὶ ὁμοίως ἀπέχειν τὸν αὐτὸν Ἡρώδην παρὰ τῶν προγεγραμμένων τὸ ἐπιβάλλον αὐτῶι μέρος πάντων ὧν ὤφειλε ὁ αὐτὸς Σωτήριχος τῷ Ἡρώδῃ σὺν ἑτέροις κατʼ ἐνγράπτους ἀσφαλείας, καὶ μηδὲν τὸν Ἡρώδην μηδὲ τοὺς παρʼ αὐτοῦ ἐνκαλεῖν τοῖς περὶ τὸν Λύκον μηδὲ τοῖς παρʼ αὐτῶν περὶ ὧν ἀπέσχηκεν καθότι πρόκειται τρόπωι μηδενί. ἡ συγγραφὴ κυρία. Ἡρώδης Λεοντείου ὁμολογῶ ἀπέχειν παρὰ τῶν περὶ τὸν Λύκον καὶ τῆς τούτων μητρὸς Θαισᾶτος ἀργυρίου δραχμὰς τριάκοντα ,ἃς ὤφειλέ μοι ὁ τῶν περὶ τὸν Λύκον πατὴρ Σωτήριχος καθʼ ὁμολογίαν καὶ τὸ ἐπιβάλλον αὐτῷ μέρος ὧν ὤφειλε σὺν ἑτέροις κατʼ ἐγγράπτους ἀσφαλείας καὶ μηδὲν αὐτοις ἐγκαλεῖν καθὼς πρόκειται. Λύκος καὶ οἱ προγεγραμμένοι ἀδελφοί· γέγονε εἰς ἡμᾶς ἡ ἀποχὴ καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτῶν …διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. ἐντέτακται διὰ τοῦ ἐν Θεαδελφείᾳ γραφείου. ὁμολογία Ἡρώδου πρὸς Λύκον καὶ τοὺς ἀδελφοὺς ἀποχῆς.