Ancient Greek
P.Soter. 23
Documentary Papyri, P.Soter. 23
Not analysed yet
Ποσιδώνιος Πετερμούθιος Λύκῳ καὶ Χάρῃ καὶ Δείῳ τοῖς ἀδελφοῖς καὶ τῇ τούτων μητρὶ Θαισαρίῳ Χάρητος χαίρειν. ἀπέχω παρʼ ὑμῶν ὧν ὤφειλεν ὁ πατὴρ ὑμῶν Σωτήριχος Λύκου κατὰ δάνειον σὺν Μάρωνι Ἀσκλᾶτος ἐπʼ ὀνόματος Ἥρωνος τοῦ Ἀνουβίωνος ἀργυρίου δραχμῶν ἑκατὸν δέκα ἓξ τὸ ἐπιβάλλον αὐτῷ ἥμισυ μέρος ἀργυρίου δραχμὰς πεντήκοντα ὀκτὼ …ἐπάναγκον ἀπαρενοχλήτους ὑμᾶς ποιήσω ὑφʼ Ἥρωνος τοῦ Ἀνουβίωνος διὰ τὸ ἐμὲ τὸν Ποσιδώνιον ἀπειληφέναι ὑπὲρ αὐτοῦ τὰς διὰ τοῦ δηλουμένου δανείου καὶ ἀναδέδωκα ὑμῖν τὸ αὐθεντικὸν δάνειον ὑπογεγραμμένον ὑπὸ τοῦ Ἥρωνος τοῦ Ἀνουβίωνος εἰς ἀθέτησιν καὶ ἀκύρωσιν. ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ μηνὸς Καισαρείου ια.