Ancient Greek
P.Tarich. 9 a
Documentary Papyri, P.Tarich. 9a
Not analysed yet
τοῖς τὰ βασιλικὰ καὶ προσοδικὰ κρίνουσι χρηματισταῖς ὧν εἰσαγωγεὺς Διονύσιος παρὰ Ὀννώφριος τοῦ Τεῶτος ταριχευτοῦ. ἐνέστηκέν μοι ἐφ’ ὑμῶν ἐπίσκεψις περὶ βασιλικῶν πρὸς Ἀβῦκιν καὶ Κελεχῶντα καὶ Πᾶσιν ταριχευτὰς τῶν ἐκ Φιλαδελφείας, εἰς δὲ ταύτην χρεία μοί ἐστιν προσκληθῆναι εἰς ἐπερώτησιν Φανῆσιν κωμογραμματέα Φιλαδελφείας, ὑπὲρ οὗ καὶ πρότερον ἐγράψατε Δημητρίωι τῶι πρὸς τῆι δωρεᾶι, καὶ Ἀῦγχιν μητέρα Ἀβύκιος ἑνὸς τῶν ἐγκεκλημένων διὰ τὸ ἐπηκολουθηκέναι τοῖς κατὰ τὴν διαίρεσιν τοῦ γέρως, ὑπὲρ οὗ ἐμφανίζω, ἣ κατοικεῖ ἐν Τάνει, καὶ Μαρρῆν Πετοσίριος καὶ Ὧρον Πατώμειος καὶ Φανείθην Ὥρου ταριχευτάς, οἳ μετοι- κοῦσιν ἀπὸ Μοιεθύμει τοῦ Μεμφίτου, διὰ τὸ καὶ τούτους ἐπηκολουθηκέναι τῆι διαιρέσει τοῦ αὐτοῦ γέρως καὶ τοῖς ἀπενηνεγμένοις ἐξ αὐτοῦ. τούτων ἐμπε- φανισμένων ἀξιῶ ὑμᾶς, ἐὰν φαίνηται, γράψαι Δημητρίωι …ς καὶ Ἰάσονι τῶι ἐπιστάτηι …κ…τ… …Μαρρέως καὶ Ὥρου καὶ Φανείθου ἐξαποσταλέντων …υτους …το ἀποδ… …ναν… …πι… …εὐτυχεῖτε