Ancient Greek
P.Tebt. 1 15
Documentary Papyri, P.Tebt. 1 15
Not analysed yet
Ὥρωι χαίρειν. τῆι α τοῦ ὑποκειμένου μηνὸς ὡσεὶ περὶ ὥραν ια θορύβου γενομένου ἐν τῆι κώμηι καὶ ἡμῶν συνεκπηδησάντων κατέλαβον ὄχλον τῶν ἐκ τῆς κώμης ἐπιβεβοηθηκότων Πολέμωνι τῶι διεξάγοντι τὰ κατὰ τὴν ἐπιστατείαν τῆς κώμης. πυνθανομένων δʼ ἡμῶν ἔφησαν Ἀπολλόδωρον καὶ τὸν τούτου υἱὸν Μάρωνα ἐπιτεθεῖσθαι τῶι Πολέμωνι, τὸν μὲν Ἀπολλόδωρον ἐξηγμένον, τοῦ δὲ Μάρωνος ἐν εἱρκτῆι γεγονότων, καὶ τοῦτον καθεστάσθαι ἐπὶ Πτολεμαῖον τὸν συγγενῆ καὶ στρατηγὸν τῆι α. καλῶς ἔχειν ὑπελάβομεν διασαφῆναι ἵνʼ εἰδῇς. ἔρρωσο. ἔτους γ Μεσορὴ β. ἄλληι. Ὥρωι χαίρειν. μετὰ τὸ προσανενεγκεῖν …ἐπιστολῆς περὶ τῶν κατʼ Ἀπολλόδωρον …ὡς ἦν ἐξηγμένος ἐξ ἧς ἐπεποιήκει σὺν τῶι υἱῶι αὐτοῦ Μάρωνι Πολέμωνι τῶι διεξάγοντι τὰ κατὰ τὴν ἐπιστατείαν …ἐπιθέσεως τῆι οὖν β ὡσεὶ περὶ ὥραν …ι ὁ σημαινόμενος …ἐπιστάτης …περί τε τῶν …Ἀπολλόδωρον …τῆς κώμης …αὐτὸν …γραψι… καὶ τα… καλῶς ἔχειν ὑπελάβομεν …διασαφῆσαι …