Ancient Greek
P.Tebt. 1 21
Documentary Papyri, P.Tebt. 1 21
Not analysed yet
Πολέμων Πολέμωνι χαίρειν. γέγραφα Ἀρτεμιδώρωι τῶι πράκτορι ἐπισχεῖν τὰ περὶ Κερκεοσῖριν ἕως ἂν παραγένηται εἰς τὴν πόλιν, καὶ Ἀρίστιππον αὐτῶι ἀνθομολογήσεσθαι. σὺ οὖν μὴ δῷς νῶτον μηδενί, οὐδὲ γὰρ ἔχεις σήμερον γένημα. ἐὰν δέ σοι κόπους παρέχηι συνανάβαινε αὐτῶι. ἔρρωσο. ἔτους γ Χοίακ δ. Πολέμωνι.