Ancient Greek
P.Tebt. 1 28
Documentary Papyri, P.Tebt. 1 28
Not analysed yet
Διοσκουρίδης καὶ Ἀμεννεὺς Πτολεμαίωι χαίρειν. τὰ μὲν κατὰ μέρος τῶν παρηκολουθηκότων ἐμποδισμῶν τῆς καθʼ ἡμᾶς ἀσχολίας διὰ τὸν γεγενημένον ὑπὸ τῶν ἐν τῶι νομῶι κωμογραμματέων ἐπηρεασμὸν καὶ ὃν τρόπον ἔτι ἐν τῶι Μεσορὴ μηνὶ τοῦ …ἔτους ὁπότε ἐπεβάλομεν εἰς τὸν νομὸν ἐπὶ τοὺς τόπους καθεσταμένοι πρὸς τῆι χρείαι προαιρούμενοι ἐπισκέψασθαι τὰ ἐκ τοῦ νομοῦ ἀναφερόμενα τὸ ὑπόλογον καὶ τὰ ἄλλα ἐξεπεπτώκεσαν τούτων μὴ δόντων τὰς χεῖρας, τυγχάνομεν καὶ Εἰρηναίωι διὰ τῆς ὑποκειμένης ἐπιστολῆς ἐξηριθμημένοι. καὶ κατὰ τὸ παρὸν διὰ τῶν ἀναφορῶν τῆι αὐτῆι αἱρέσει κεχρημένων, καὶ ἅμα τῶι τὸν σπόρον ε… …τ…ι…των πρὸς τὸ μὴ ἕκαστα ὑπʼ ἐπίγνωσιν ἀχθῆναι εν…κεναι εἰ ἐπιβάλλοιμεν εἰς τὰς κώμας ε… ομ… ταῦτα υ…ν διακαθ…ενα ελαφ… καὶ τὸν εἰς τὴν πόλιν κατάπλουν καθότι σημαίνεται πεποιημένων, ἀξιοῦμεν ἐμβλέψαντα εἰς τὰ ὑποδεδειγμένα καὶ εἰ καὶ ἂν δύναται ἐκ τῶν ἐσομένων ἐπισκέψεων εἰς τὸ βασιλικὸν περιγενέσθαι συντάξαι προνοηθῆναι ἵνα οἱ ἐξονομαζόμενοι ἀσφαλισθῶσιν, ὅπως καὶ οἱ λοιποὶ προοφθάλμως λαβόντες τὴν ἐσομένην ὑπὸ σοῦ μισοπόνηρον ἐπίστασιν …ωσαν ὑπʼ αὐτῶν τούτων ἀνασειόμενοι εὐμαρεστέραν ἀσχολίαν ἐν τοῖς κατὰ τὰς ἐπισκέψεις ἐπιχροήσωσιν καὶ μηθὲν τῶν εἰς τὸ βασιλικὸν …χρησίμων παραλειφθῆι. ἔρρωσο. ἔτους …