Ancient Greek
P.Tebt. 2 296
Documentary Papyri, P.Tebt. 2 296
Not analysed yet
…ας ὑπὸ τοῦ ……ου ἀκολούθως ταῖς γραφείσαις ὑπʼ αὐτοῦ ἐπιστολαῖς τὸ συναγόμενον τῆς προσθήκης ἀνελήφθη. ἔστι δὲ τῶν ἐπιστολῶν ἀντίγραφον· μιᾶς μὲν οὕτως· Μάρκιος Μοισιακὸς …στρατηγῷ Ἑρμοπολίτου χαίρειν. βιβλίδιον Ἁρθώτου Ἁρθώτου σημειωσάμενος ἔπεμψα. οὗτος οὖν καθάπερ διʼ αὐτοῦ δηλοῦται κυρωθεὶς ὑπʼ ἐμοῦ ἐν προκηρύξει τῇ ι τοῦ διεληλυθότος μηνὸς προφητείαν καὶ τὰς ἄλλας τάξεις ταλάντου α διέγραψε Σεκούνδῳ τῷ τοῦ κυρίου Καίσαρος οἰκονόμῳ δραχμὰς φ καὶ τὰ τούτων προσδιαγραφόμενα, ἀνενεγκάμενος καὶ ἐπὶ τόπων προαποδεδωκέναι Αφ ὁμοίως καὶ τὰ προσδιαγραφόμενα. ἀκόλουθόν ἐστι δὲ εἰ οὕτως ἔχει ἀναλαβόντα τὸ λοιπὸν τῆς τιμῆς παραδοῦναι αὐτῷ τὰς τάξεις. ἔρρωσο. ἔτους ζ Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Μεχεὶρ ιε. Ἁρθώτῃ Ἁρθώτου προφητείας καὶ τῶν ἄλλων τάξεων ἀπὸ ταλάντου α μετὰ τὰς διομολογηθείσας ἐξ ἀναλήψεως ἐν αὐτῷ ὧν ἐκεκύρωτο …τῇ κ Μεσορὴ τοῦ ε ἔτους Αφ καὶ τὰς διομολογηθείσας ϛ ἔτει ἐν Μαρσισούχῳ Πακήβκεως ἄλλας Αφ σεσημείωμαι τὰς λοιπὰς Γ.