Ancient Greek
P.Tebt. 2 316 col. 2
Documentary Papyri, P.Tebt. 2 316_2
Not analysed yet
…Δημήτριος καὶ Ἡλιόδωρος Ἀπολλωνίου τοῦ Ἀχιλλέως Προπαπποσεβάστειοι οἱ καὶ Φιλομητόρειοι τῶν τὸ δεύτερον ἔτος Δομιτιανοῦ ἐφηβευκότων συνμορίας ἑκατοστοτριακοστοτρίτης συνμοριάρχου Διονυσίου ὀμνύομεν Αὐτοκράτορα Καίσαρα Τραιανὸν Σεβαστὸν Γερμανικὸν ἐφηβευκέναι τὸ προκίμενον ἔτος β, εἶναι τῆς προκιμένης συνμορίας καὶ μὴ ἀλλοτρίᾳ ἀπαρχῇ μηδὲ ὁμωνυμίᾳ κεχρῆσθαι, τετελειωκέναι δὲ τὸν ἀπὸ βήματος χρηματισμὸν καὶ ἔχειν τὸ μεταδόσιμον, καὶ ἐσμὲν ἀμφότεροιμητρὸς Θερμουθαρίου τῆς Ἑρμώνακτος ἀστῆς ἄλφα Ἡφαιστίωνος τοῦ Ἡρακλείδου, τέχνη δὲ ἡμῶν γράμματα, καὶ ἐσμὲν ἐτῶν ὁ μὲν Δημήτριος ἐτῶν κγ ὁ δὲ Ἡλιόδωρος ἐτῶν ιθ, τοῦ δὲ Δημητρίου φακὸς ἀριστερῷ, τοῦ δὲ Ἡλιοδώρου οὐλὴ στήθι μέσῳ. ἐὰν δὲ μεταβαίνωμεν ἢ ἐκδημῶμεν μεταδώσομεν ἀνφότεροι τῷ συνμορίαρχῃ, οἰκοῦμεν δὲ ἐν τῷ ἔμπροσθε ναυάρχου ἐν τοῖς Ποτάμωνος. ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Νερούα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Χοίαχ ιγ. Ἡλιόδωρος ὀμώμοκα τὸν προκίμενον ὅρκον τοῦ ἀδελφοῦ προγράψαντος δ… τος μειρο…