Ancient Greek
P.Tebt. 2 421
Documentary Papyri, P.Tebt. 2 421
Not analysed yet
Ἀπίων Διδύμῳ χαίρειν. πάντα ὑπερθέμενος ἐξαυτὴς ἅμα τῷ λαβεῖν σε ταῦτά μου τὰ γράμματα γενοῦ πρὸς ἐμὲ ἐπεὶ ἡ ἀδελφή σου νωθρεύεται. καὶ τὰ χιτώνιον αὐτῆς τὸ λευκὸν τὸ παρὰ σοὶ ἔνεγκον ἐρχόμενος τὸ δὲ καλλάινον μὴ ἐνέγκῃς, ἀλλὰ θέλεις αὐτὸ πωλῆσαι πώλησον, θέλεις αὐτὸ ἀφεῖναι τῇ θυγατρί σου ἄφες. ἀλλὰ μὴ ἀμελήσῃς τι αὐτῆς καὶ μὴ σκύλῃς τὴν γυναῖκά σου ἢ τὰ παιδία, ἐρχόμενος δὲ ἔρχου εἰς Θεογονίδα. ἐρρῶσθαί σε εὔχομαι.