Ancient Greek
703.3.78 to 703.5.137
Documentary Papyri, P.Tebt. 3.1 703.3.78-703.5.137
Not analysed yet
εἰ… γὰρ οἱ ναύκληροι τὰς ἰδίας ολ…οις ἐφʼ ἑκάστων τῶν τόπων …διατριβόντων. ἐπιμελὲς δέ σοι ἔστω καὶ ἵνα αἱ διαγεγραμμέναι ἀγοραὶ κατάγωνται εἰς Ἀλεξάνδρειαν ὧν σοι καὶ τὴν γραφὴν ἐπιστέλλομεν ἀποστέλλων καὶ κατὰ τοὺς καιρούς, μὴ μόνον ἀριθμὸν ἔχουσαι ἀλλὰ καὶ δεδοκιμασμέναι καὶ ἐπιτήδειοι πρὸς τὰς χρείας. ἐπιπορεύου δὲ καὶ ἐπὶ τὰ ὑφαντεῖα ἐν οἷς τὰ ὀθόνια ὑφαίνεται καὶ τὴν πλείστην σπουδὴν ποιοῦ ἵνα πλεῖστα τῶν ἱστέων ἐνεργὰ ἦι, συντελούντων καὶ τῶν ὑφαντῶν τὴν διαγεγραμμένην τῶι νομῶι ποικιλίαν. ἐὰν δέ τινες πρὸς τὰς συντεταγμένας ἐκτομὰς ὀφείλωσι, πρασσέσθωσαν καθʼ ἕκαστον γένος τὰς ἐκ τοῦ δια- γράμματος τιμάς. ὅπως δὲ καὶ τὰ ὀθόνια χρηστὰ ἦι καὶ τὰς ἁρπεδόνας ἔχωσι κατὰ τὸ διάγραμμα μὴ παρέργως φρόντιζε. ἐπιπορεύου δὲ καὶ τὰ ἑψητήρια ἐν οἷς τὰ ὠμόλινα ἕψεται καὶ τοὺς …μους καὶ τὸν χα…ον καὶ ἀναγραφὴν ποίησαι, καὶ ὅπως κῖκί τε καὶ νίτρον εἰς τὴν ἕψησιν ὑπάρχηι μετάφερε. ὅπως δὲ καὶ εἰς τὸν τῶν προσόδων λόγον ἢ εἰς τὸν τῆς ὀθονιηρᾶς τὸ …νδ…ον χ… …δε ἀεὶ τὴν κατὰ μῆνα ἐκτομὴν …α…εν ἐν αὐτῶι τῶι μηνί, καὶ ……έσθω πάλιν ἐν τῶι ἐχομένωι τὸ γινόμενον, ἐὰν δὲ περιγένηταί τι ἀπὸ τοῦ μετενεχθέντος ἐν τῶι πρώτωι μηνί, προσανενεχθήτω ἐν τῶι ἐχομένωι τὸ λοιπὸν εἰς τὴν ἐπιμήνιον ἐκτομήν. ὅσα δὲ τῶν ἱστέων μὴ ἔστιν ἐνεργά, μετενεχθήτω πάντα εἰς τὴν μητρόπολιν τοῦ νομοῦ καὶ συντεθέντα ἐν τοῖς ταμιείοις παρασφραγισθήτω. διαλογίζου δὲ καὶ τὰς προσόδους, ἐὰν μὲν ἐνδεχόμενον ἦι καὶ κατὰ κώμην, δοκεῖ δὲ οὐκ ἀδύνατον εἶναι ὑμῶν προθύμως ἑαυτοὺς εἰς τὰ πράγματα ἐπιδιδόντων, εἰ δὲ μή γε, κατὰ τοπαρχίαν, παραδεχόμενοι ἐν τοῖς διαλογισμοῖς τῶν μὲν ἀργυρικῶν φόρων μηθὲν ἄλλο ἢ τὰ ἐπὶ τράπεζαν πίπτοντα, τῶν δὲ σιτικῶν καὶ ἐλαικῶν φορτίων τὰ παραμεμετρημένα τοῖς σιτολόγοις ἐὰν δέ τι ἀπολείπηι ἐν τούτοις, συνανάγκαζε τοὺς τοπάρχας καὶ τοὺς τὰς προσόδους ἐξειληφότας καταβάλλειν ἐπὶ τὰς τράπεζας τῶν μὲν σιτικῶν ὀφειλημάτων τὰς ἐκ τοῦ διαγράμματος τιμάς, τῶν δὲ ἐλαικῶν φορτίων ἐξ ὑγροῦ καθʼ ἕκαστον γένος. προσήκει δὲ τὴν ἐπιμέλειαν περὶ πάντων ποιεῖσθαι τῶν ἐν τῶι ὑπομνήματι γεγραμμένων, ἐν πρώτοις δὲ περὶ τῶν κατὰ τὰ ἐλαιουργῖα.