Ancient Greek
703.5.138 to 703.1.182
Documentary Papyri, P.Tebt. 3.1 703.5.138-703.1.182
Not analysed yet
τηρουμένων γὰρ κατὰ τρόπον τὴν ἐν τῶι νομῶι διάθεσιν οὐ παρὰ μικρὸν εἰς ἐπίδοσιν ἄξεις καὶ τὰ διακλεπτόμενα ἐπισταθήσεται. γίνοιτο δʼ ἂν τὸ τοιοῦτο εἰ παρʼ ἕκαστον καιρὸν ἐξετάζοις τὰ ἐν τῶι τόπωι ἐργαστήρια καὶ τὰ ταμιεῖα τῶν φορτίων τῶν τε ξηρῶν καὶ ὑγρῶν καὶ παρασφραγισμὸν ἔχοις. καὶ τὰ παραμετρούμενα τοῖς ἐλαιουργοῖς μὴ πλείονα ἦι τῶν μελλόντων κατεργάζεσθαι διὰ τῶν ὑπαρχόντων ὅλμων ἐν τοῖς ἐργαστηρίοις. ἐπιμελὲς δέ σοι γινέσθω καὶ ὅπως μάλιστα μὲν ἅπαντες οἱ ὅλμοι ἐνεργοὶ ὦσιν, εἰ δὲ μή γε, πλεῖστοι, τῶν δὲ λοιπῶν τὴν ἐνδεχομένην τήρησιν ποιεῖσθαι· καὶ γάρ ἐστι τῆς …ξ…ας καὶ καλάμης σάξαντες ε…α… χαρακτῆρα ἐπιβαλεῖν, τὰ δʼ ὑπεράριθμα ἐργαλεῖα τῶν μὴ τὴν χρείαν παρεχομένων ὅλμων ἐπὶ τὸ αὐτὸ συνανάγοντες παρασφραγισθήτω ἐν ταῖς ἀποθήκαις· καὶ ἐὰν ἐν τουτ… στάσηις τὰ ἀργότερα …ονομα… ἀκριβῶς, γίνωσκε ὅτι χωρὶς τῶν ἐν τ… …ι διαφόρων καὶ εἰς οὐ τὴν τυχοῦσαν καταφρόνησιν ἥξεις, ἣν ῥᾳδίως ἀναιρεῖν οὐ δυνήσει. τὸ γὰρ γένος καταμε… καὶ τὴν τιμὴν …ων …ν ἐν οὐθενὶ λόγωι ἐπιθέμενον. οὔσης δὲ καὶ τῆς κατὰ τὸ ἐννόμιον προσόδου ἐν ταῖς πρώταις, μάλιστʼ ἂν εἰς ἐπίδοσιν ἔλθοι εἰ τὴν ἀναγραφὴν ἀπὸ τοῦ βελτίστου ποιήσαισθε. εὐφυέστατος δὲ ὁ καιρός ἐστιν τῶι περὶ ταῦτʼ ὄντι περὶ τὸν Μεσορὴ μῆνα· ἐν γὰρ τούτωι τῆς πάσης χώρας ἐπεχομένης ὑπὸ τῶν ὑδάτων συμβαίνει τοὺς κτηνοτρόφους εἰς τοὺς ὑψηλοτάτους τόπους ἀποστεῖλαι τὴν λείαν, οὐκ ἐχόντων ἐξουσίαν εἰς ἄλλους τόπους διαρίπτειν. μελέτω δέ σοι καὶ ἵνα τὰ ὤνια μὴ πλείονος πωλῆται τῶν διαγεγραμμένων τιμῶν· ὅσα δʼ ἂν ἦι τιμὰς οὐχ ἑστηκυίας ἔχοντα, ἐπὶ δὲ τοῖς ἐργαζομένοις ἐστὶν τάσσειν ἃς ἂν βούλωνται, ἐξεταζέσθω καὶ τοῦτο μὴ παρέργως, καὶ τὸ σύμμετρον ἐπιγένημα τάξας τῶν πωλουμένων φορτίων συνανάγκαζε τοὺς μεταβόλους τὰς διαθέσεις ποιεῖσθαι.