Ancient Greek
P.Vind.Sijp. 5
Documentary Papyri, P.Vind.Sijp. 5
Not analysed yet
Αὐρηλίῳ Ἀσκληπιάδῃ πραιποσίτῳ ιε πάγου νομοῦ Ἑρμουπολείτου παρὰ Αὐρηλίων Ἑρμίνου Πετβῆτος καὶ Ἑλλῆτος Ὀῆτος κωμαρχῶν καὶ Πεμοῦτος Βελλῆτος εἰρηνάρχου τῶν πάντων ἀπὸ κώμης Νάχη τοῦ ὑπό σε πάγου χαίρειν. ὁμολογοῦμεν ὀμνύντες τὸν θεῖον καὶ σεβάσμιον ὅρκον τῶν τὰ πάντα νικώντων δεσποτῶν ἡμῶν Αὐγούστων ἐγγεγυῆσθαι Αὐρηλίους Πεκῦσιν Πκύλιος καὶ Πετασοῦν Σόειτος καὶ Πόλυν Πκύλιος καὶ Σόειν Πατῶτος εἰς προφυλακίαν τῆς ἡμετέρας κώμης. ἐὰν δὲ ἀφυστερήσωσιν καὶ μὴ παραστήσομεν, ἡμεῖς αὐτοὶ τὸν ὑπὲρ αὐτῶν λόγον ὑπομενοῦμεν ἢ ἔνοχοι ἐσόμεθα τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου κινδύνῳ καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ὑπατείας Σεπτιμίου Ἀκινδύνου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ Ποπλωνίου Προκούλου τοῦ λαμπροτάτου ἐπαγομένων …. ἡμεῖς οἱ προκίμενοι …καὶ …ὡς πρόκειται. ἐγγύησις προφυλάκων Νάχη.