Ancient Greek
P.Vind.Sijp. 6
Documentary Papyri, P.Vind.Sijp. 6
Not analysed yet
…καὶ Ἰσιδώρῳ ὀφφικιαλίοις τάξεως ἡγεμονίας ἐπαρχίας Ἀρκαδίας παρὰ Αὐρηλίου …υτίωνος ἀφʼ Ἡρακλέους πόλεως τῆς λαμπροτάτης χαίρειν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως ἐγγεγυῆσθαι μονῆς καὶ ἐμφανείας Αὐρήλιον …ς οἰκοῦντα ἐν Ἡρακλέους πόλει τῇ λαμπροτάτῃ τῇ αὐτῇ, ὃν καὶ παραστήσω ἐπὶ τῆς αὐτῆς πόλεως …καὶ παραδώσω ὑμῖν, ὁπόταν βούλησθε. ἐὰν δὲ ἀποστῇ καὶ μὴ παραστήσω, ἐγὼ αὐτὸς τὸν ὑπὲρ αὐτοῦ λόγον ὑποστήσομαι. Ἡ ἐγγύη ἁπλῆ γραφεῖσα κυρία καὶ βεβαία ἔστω καὶ ἐπερωτηθεὶς ὡμολόγησα.