Ancient Greek
P.Vind.Sijp. 7
Documentary Papyri, P.Vind.Sijp. 7
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαυίου Λέοντος τοῦ αἰωνίου Αὐγούστου τὸ β …ἐν ἐποικίῳ Πασηει. Φλαουίῳ Ὀλυμπίῳ τῷ λαμπροτάτῳ ἀπὸ πραίτορος γεουχοῦντι ἐν τῷ Ἡρακλεοπολίτῃ Αὐρήλιος Παπνούθιος Γούνθου μητρὸς …κλαμονι ἀπὸ ἐποικίου Πασηει μισθωτὴς χαίρειν. ὁμολογῶ ὀμνὺς τὸν θεῖον καὶ σεβάσμιον ὅρκον τοῦ τὰ πάντα νικῶντος δεσπότου ἡμῶν Φλαουίου Λέοντος τοῦ αἰωνίου Αὐγούστου ἐγγυᾶσθαι καὶ ἀναδέχεσθαι τὸν Αὐρήλιον Ἀραυοῦτα Ἀνουθίου οἰκῶν ἐν τῷ αὐτῷ ἐποικίῳ Πασῆσι ἀμπελουργόν, ὥστε παραμένοντα ἐν τῶ αὐτῷ ἐποικίῳ καὶ τὴν φιλοκαλίαν τῆς ἑαυτοῦ ἀμπέλου εἰς συμπλήρωσιν τοῦ ἐργασίου πρώτης ἰνδικτίωνος ἕως Θὼθ νεομηνίας ῥύσεως δευτέρας ἰνδικτίονος μέρη τῆς μισθώσεως ἀντὶ τοῦ αὐτοῦ Παπνουθίου μισθωτοῦ ποιήσασθαι ὃν καὶ γνησίως καὶ ἀμέμπτως καὶ ἀκαταγνώστως ὑμῖν παραστήσω καὶ παραδώσω. ὁπόταν ἐπιζητηθείη …ε… …Παπνοῦθις Γούνθου ἀπὸ ἐποικίου Πασηει