Ancient Greek
PSI 10 1103
Documentary Papyri, Psi 10 1103
Not analysed yet
Ῥουτιλλίωι Ἀχιλλεῖ τῷ κρατίστῳ ἐπιστρατήγωι παρὰ Πα…νος Ἡρακλείδου τοῦ Διδύμου ἀπὸ τῆς μητροπόλεως τοῦ Ἀρσινοείτου. μηκέτι ἄλλο πρᾶγμα δέεται τῆς σῆς τοῦ κυρίου μισοπονηρίας ἢ καὶ τὸ ἡμέτερον. ἔχει δὲ οὕτως. ἐκ νέας ἡλικίας λειτουργήσας ἀλλεπαλλήλους χρείας βαρυτάτας κατὰ δὲ τὴν τῆς ἡλικίας δύναμιν καὶ τὴν τοῦ σώματος ὑπηρεσίαν, ἔτι δὲ καὶ ἄπορος παντελῶς τυγχάνων, κατʼ ἐπήρειαν ὑπογυίως ἀνεδόθεν ὑπὸ τῶν τῆς πόλεως γραμματέων εἰς διεραματίαν τῆς Ἡρακλείδου μερίδος ἄνθρωπος τῇ ἡλικίᾳ προβεβηκώς· εἰμὶ γὰρ ὑπὲρ τὰ ἑβδομήκοντα ἔτη· τῶν κατὰ καιρὸν ἡγεμόνων καὶ ἐπιτρόπων ἀπολελυκότων λειτουργιῶν τοὺς ὑπὲρ τὰ ἑξήκοντα καὶ πέντε ἔτη, ἐγὼ δὲ οὐ μόνον τῇ ἡλικίᾳ, ἀλλὰ καὶ τῷ σώματι ἀσθενὴς καὶ τοῖς ὀφθαλμοῖς ἀμβλυωπῶν ἐπὶ τοσοῦτον ὥστε καὶ ἀπρ…ειτον εἶναι. εἴθε γὰρ ἠδυνάμην …πλῆθος ενε… λειτουργιῶν παραθέσθαι σοι ιν… …ἐπὶ τοσοῦτον ἀποκαμὼν …καταφυγήν …