Ancient Greek
PSI 10 1104
Documentary Papyri, Psi 10 1104
Not analysed yet
Πτολεμαίωι ἱερεῖ ἐξηγητῆι παρὰ Σωτηρίας ἀπελευθέρας Σαβίνης θυγατρὸς Μύσθου κατοίκου ἀρχιερατεύσαντος μετὰ κυρίου οὗ ἑκουσίως αἱροῦμαι διὰ σοῦ Ἰσιδώρου Ἡρακλείδου τοῦ Κρονίωνος …βουλομένη περιλύεσθαι τῆς πρὸς τὸν ἄνδρα μου Σάτυρον Ἀχιλλᾶ τοῦ Διδύμου συμβιώσεως, ἔτι δὲ καὶ ἐξομολογήσασθαι τὰ ἐξ ἀμφοτέρων τέκνα, Ποσιδώνιον καὶ Πρωτᾶν διδυμαγενεῖς καὶ Διόσκορον, ἐμποδίζομαι τῷ μὴ ἔχειν με συνεξελεύθερον ἀδελφὸν μηδὲ υἱὸν τέλειον· ὅθεν αἱρουμένη διὰ σοῦ τὸν προγεγραμμένον Ἰσίδωρον ἀξιῶ ἐπισταλῆναι τοῖς τὰ ἀρχεῖα πραγματευομένοις συγχρηματίζειν μοι περιλυομένῃ πρὸς τὸν Σάτυρον μετὰ κυρίου τοῦ προγεγραμμένου ἵνʼ ὦ ὑπὸ σοῦ πεφιλανθρωπημένη. Σωτηρία ἀπελευθέρα μετὰ κυρίου τοῦ Ἰσιδώρου ἐπιδέδωκα τὴν αἴτησιν ὡς πρόκειται. Ἰσίδωρος ἔγραψα. ἔτους ιε Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Φαμενὼθ …