Ancient Greek
PSI 10 1105
Documentary Papyri, Psi 10 1105
Not analysed yet
Ποτάμωνι στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Ἀχιλλέως Ἀπολλωνίου τοῦ Λουρίου τοῦ καὶ Ἀπολλωνίου Ἕλληνος ἀπὸ ἀμφόδου Γυμνασίου, νομογράφου. ἐπεὶ ἐδοκιμάσθην ὑπὸ Διδύμου ἀνταρχιδικαστοῦ τῷ ιγ ἔτει Αὐρηλίου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου, Μεσορή, καὶ ἔσχον τὴν ἐντολὴν παρὰ τοῦ ξενικῶν πράκτορος, ἡ δὲ συνγενίς μου Διδυμάριον Ἀπολλωνίου τοῦ Ποσιδωνίου εἰσήνεγκεν ὑπὲρ ἐμοῦ εἰς ἱκανὸν λόγον ὑπὲρ τῆς νομογραφικῆς ἴδια αὐτῆς ὑπάρχοντα, ἀκολούθως οἷς ἐπέδωκέν σοι βιβλιδίοις, ἄξια τοῦ ὁρισθέντος ὑπὸ Καλουισίου Φαυστινιανοῦ τοῦ κρατίστου γενομένου πρὸς τῷ ἰδίῳ λόγῳ· ἐπιδίδωμι καὶ ἀξιῶ κελεῦσαι τὸ ἀκόλουθον γενέσθαι, ὡς ἐπὶ τῶν ὁμοίων. ὑπέταξα δὲ τοῦ τε γενομένου ἐπὶ Διδύμου ἀνταρχιδικαστοῦ τῆς δοκιμασίας μου ὑπομνήματος καὶ τῆς ἐντολῆς τὰ ἀντίγραφα. ἔστι δὲ τοῦ μὲν ὑπομνήματος· ἔτους ιγ Αὐρηλίου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου, Μεσορὴ ιγ. Μᾶρκος Παπείριος καὶ Μόδεστος