Ancient Greek
PSI 10 1106
Documentary Papyri, Psi 10 1106
Not analysed yet
ὑπατείας Οὐιρίου Νεπωτιανοῦ καὶ Τεττίου Φακούνδου τῶν λαμπροτάτων Αὐρηλίῳ Ἰσιδώρῳ πραιποσίτῳ ε πάγου παρὰ Αὐρηλίων Βησᾶ Πρόκλου τεσσαλαρίου καὶ Ἡρακλήου Παμοῦνος καὶ Παβάνου Πανήφιος καὶ Ὥρου Ἡρακλήου καὶ Διοσκόρου Χωοῦτος κωμάρχων, τῶν πάντων ἀπὸ κώμης Θμοινεψώβθεως τοῦ αὐτοῦ ε πάγου. δίδομεν τῷ ἰδίῳ ἡμῶν κινδύνῳ εἰς σιτολογίαν ἰδιωτικοῦ κανόνος τῆς αὐτῆς κώμης τῆς εὐτυχοῦς ι ἰνδικτίονος τοὺς ὑπογεγραμμένους ὄντας εὐπόρους καὶ ἐπιτηδείους πρὸς τὴν χρείαν. εἰσὶ δέ· Αὐρήλιοι Πατερεῦς Πρόκλου Πεττῖρις Θέωνος ἀμφότεροι ἀπὸ τῆς αὐτῆς κώμης …