Ancient Greek
PSI 10 1107
Documentary Papyri, Psi 10 1107
Not analysed yet
ὑπατείας Οὐιρίου Νεπωτιανοῦ καὶ Τεττίου Φακούνδου τῶν λαμπροτάτων. Αὐρηλίῳ Ἰσιδώρῳ πραιποσίτῳ ε πάγου παρὰ Αὐρηλίων Βησᾶ Πρόκλου τεσσαλαρίου καὶ Ἡρακλήου Παμοῦνος καὶ Παβάνου Πανήφιος καὶ Ὥρου Ἡρακλήου καὶ Διοσκόρου Χωοῦτος κωμάρχων, τῶν πάντων ἀπὸ κώμης Θμοινεψώβθεως τοῦ αὐτοῦ ε πάγου. δίδομεν τῷ ἰδίῳ ἡμῶν κινδύνῳ εἰς σιτολογίαν ἰδιωτικοῦ κανόνος τῆς αὐτῆς κώμης εὐτυχοῦς ι ἰνδικτίωνος τοὺς ὑ πογεγραμμένους ὄντας εὐπόρους καὶ ἐπιτηδείους πρὸς τὴν χρείαν. Εἰσὶ δέ· Αὐρήλιοι Πατερεῦς Πρόκλου Πετῖρις Θέωνος ἀμφότεροι ἀπὸ τῆς αὐτῆς κώμης. ὑπατείας τῆς προκειμένης, Παχὼν α Αὐρήλιοι Βησᾶς καὶ Ἡρακλῆς καὶ Παβᾶνος …