Ancient Greek
PSI 14 1423
Documentary Papyri, Psi 14 1423
Not analysed yet
τῷ κυρίῳ μου πατρὶ Σακαῶνι παρὰ Εὐλογίου πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ ὁλοκληρεῖν παρὰ τῷ κυρίῳ θεῷ. ἔγραψά σοι …ξαμμ…ου ἀνὴρ …φης …ειται Μοῦνις εἴτε ὁ πωλήσας ἡμῖν καυκίν· καὶ θύσκιν ἔχοντα λίτραν α οὐγκίας θ γράμματα ιζ ὡς τῆς λίτρας α μυριάδες πε καὶ τὸ ζυγοστασίου τάλαντα β δηνάρια Δ γίνονται μυριάδες ρνδ δηνάρια Βφ. δέδηκα δὲ αὐτὰ ἐν τὸ στιχάριόν μου τὸ λινοῦν· δέδωκα δὲ μετʼ αὐτῶν τὸ θαλλὶν ἔτους θ μου καὶ διὰ Δωροθέου ἀδελφοῦ Πτολαιμαίου ἀνὴρ Θατρῆτος ὁλοκοττ ίνους δέκα . ἡ δὲ τιμὴ τοῦ ἑνὸς μυριάδες ιϛ. δὸς αὐτὰ δὲ Εὐλογίῳ ἵνα πλαθῇ αὐτά. ἰδοὺ οὖν ἐδήλωσα ὑμῖν τὴν τιμὴν αὐτῶν καὶ δέξασθε τῷ αὐτῷ πλοίῳ σαμφατον οἴνου· ἡ δὲ ἐπιγραφὴ αὐτοῦ Σακαῶνος παρὰ Εὐλογίου. ἀσπάζομαι τοὺς ὑμῶν πάντας κατʼ ὄνομα. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις. Ἐπεὶφ κε. ἀπόδος τῷ κυρίῳ μου πατρὶ Σακαῶνι παρὰ Εὐλογίου υἱοῦ.