Ancient Greek
PSI 15 1528
Documentary Papyri, Psi 15 1528
Not analysed yet
ἔτους γ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ. εἴργασται ὑπὲρ χωματικῶν τοῦ αὐτοῦ γ ἔτους Παχὼν ιη ἕως κβ ἐν ἀφυλισμῷ καινῆς ἑξαθύρου Τεπτύνεως Μαρρῆς ὁ καὶ Κόλλουθος μητρὸς Ἁρσεῖτος. Γέμελλος σεσημείωμαι