Ancient Greek
PSI Congr. 11 10
Documentary Papyri, Psi 15 1529
Not analysed yet
Μεγαλωνύμωι στρατηγῷ Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδων παρὰ Πανήσιος Μαρσισούχου τοῦ Ἁρποκρατίωνος ἱερέως τοῦ ἐν Τεπτύνει ἱεροῦ λογίμου. τῇ …τοῦ ὄντος μηνὸς Φαωφὶ Νεῖλός τις ἀπελεύθερος Πρωτᾶτος Κρονίωνος τοῦ Λεωνίδου, ἔχοντος δέ μου ἱερευτικὴν γῆν περὶ τὴν προκειμένην κώμην, ἐμοῦ δὲ ποιήσαντος ἅπαντα τὰ ἔργα τοῦ κλήρου ὡς εὐθέως σπείρειν με τὴν προκειμένην γῆν, ὁ προγεγραμμένος Νεῖλος αὐθάδως ἀναστραφεὶς καὶ ἀπονοίᾳ χρησάμενος κατάκλυστον ἐποίησεν τὴν προκειμένην γῆν· ὅθεν ἐπιδίδωμι καὶ ἀξιῶ, ἐάν σου τῇ τύχῃ δόξῃ, κελεῦσαι …