Ancient Greek
PSI 3 161
Documentary Papyri, Psi 3 161
Not analysed yet
Αἰλίῳ Εὐδαίμονι στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος κώμης Βακχιάδος …Ἡφαιστιάδος, παρὰ Αὐιλλίου Ἀνθεστιανοῦ. ἀπογράφομαι κατὰ τὰ κελευσθέντα ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος Βασσαίου Ῥούφου τὰς ὑπαρχούσας τῇ φροντιζομένῃ ὑπ’ ἐμοῦ Μεμμίᾳ Διογενίδι περὶ τὴν προκειμένην κώμην κλήρου κατοικικοῦ ἀρούρας δύο ἥμισυ πρότερον Αὐιλλίας Θαισαρίου καὶ πρότερον Λουκίου Αὐιλλίου Νίγερος κλήρου κατοικικοῦ ἀρούρας τρεῖς οὔσας διὰ σωματισμοῦ ἠβροχηκυίας τῷ ἐνάτῳ ἔτει Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν. διὸ ἐπιδίδωμι τὴν ἀπογραφήν. Ἀουίλλιος Ἀνθεστιανὸς ἐπιδέδωκα καθὼς πρόκειται. ἔτους θ Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ μεγίστου Φαρμοῦθι …Ἰσίδωρος ὁ καὶ Ἁρπ βοηθὸς σεσημείωμαι. Ἀμμώνιος σεσημείωμαι. Σουχᾶς πρεσβύτερος ἔσχον τούτου τὸ ἴσον εἰς ἐξέτασιν. …στρατηγῷ