Ancient Greek
PSI 3 162
Documentary Papyri, Psi 3 162
Not analysed yet
Αὐρηλίῳ Φιλιάρχῳ τῷ καὶ Ὡρίωνι στρατηγῷ Ὀξυρυγχίτου Αὐρήλιος Ψεναμοῦνις Ἱέρακος μητρὸς Τσενβῆτος ἀπὸ κώμης Φοβώου οἰκοδόμος. ὀμνύω τὴν τῶν κυρίων ἡμῶν Γαίου Αὐρηλίου Οὐαλερίου Διοκλητιανοῦ καὶ Μάρκου Αὐρηλίου Οὐαλερίου Μαξιμιανοῦ Καισάρων Σεβαστῶν τύχην κατελεύσεσθαι εἰς τὴν λαμπροτάτην Ἀλεξάνδρειαν καὶ παραμεῖναι ἐν τῷ ἐκεῖσε κατασκευαζομένῳ βαλανίῳ ποιούμενος τὴν αὐτὴν οἰκοδομικὴν τέχνην ἐπὶ τὸν ὡρισμένον χρόνον καὶ μὴ ἀπολειφθήσεσθαι ἔστʼ ἂν ἀπολυθῶ εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι ἢ ἔνοχος εἴην τῷ ὅρκῳ· παρέσχον δὲ ἐμαυτοῦ τούτου ἕνεκεν ἐνγυητὴν Αὐρήλιον Σαραπίωνα Τασαπ μητρὸς Ταιωνος ἀπὸ τῆς αὐτῆς κώμης ὅνπερ ἐνγυᾶται ὁ κώμαρχος Αὐρήλιος Παθατρῆς Σενπειμαυτος παρόντας καὶ εὐδοκοῦντας. ἔτους β Αὐτοκράτορος Καίσαρος Γαίου Αὐρηλίου Οὐαλερίου Διοκλητιανοῦ καὶ ἔτους α Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Μαξιμιανοῦ Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν …Αὐρήλιος Ψεναμοῦνις ὀμώμοκα τὸν ὅρκον ὡς πρόκειται. …