Ancient Greek
PSI 3 163
Documentary Papyri, Psi 3 163
Not analysed yet
διεγράφη ὑπὲρ ἐπικεφαλαίου πόλεως ιη ἔτους καὶ ιζ ἔτους τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ι ἔτους τῶν κυρίων ἡμῶν Κωσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων ὀνόματος Πισόιτος ἐπικλην Γούνθου δραχμὰς χιλίας διακοσίας· γίνονται δραχμαὶ Ασ. Λούκιος συστάτης σεσημείωμαι.