Ancient Greek
PSI 3 164
Documentary Papyri, Psi 3 164
Not analysed yet
Λουκίῳ Σεπτιμίῳ Σερήνῳ συστάτῃ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως τοῦ ἐνεστῶτος γ ἔτους καὶ β ἔτους παρὰ Αὐρηλίου Πατερμουθίου Εὐτυχῆτος μητρὸς Ζωιλοῦτος ἀπὸ τῆς αὐτῆς πόλεως. βούλομαι πρώτως ἀναγραφῆναι ἐπʼ ἀμφόδου Πλατείας τὸν ἀδελφιδοῦν μου Αὐρήλιον Ὡρείωνα Τούρβωνα μητρὸς Σαραπιάδος ἀπὸ τῆς αὐτῆς πόλεως ὄντα πρὸς τὸ ἐνεστὸς γ ἔτος καὶ β ἔτος ἐτῶν …δωδεκάδραχμον ἀπὸ γυμνασίου. διὸ ἐπιδίδωμι τὸ ὑπόμνημα πρὸς τὸ ἀναγραφῆναι αὐτὸν ἐν τῇ τῶν ὁμηλίκων τάξει, ὡς καθήκει. καὶ ὀμνύω τὸν ἔθιμον Ῥωμαίοις ὅρκον μὴ ἐψεῦσθαι. ἔτους γ Αὐτοκράτορος Καίσαρος Γαίου Αὐρηλίου Οὐαλερίου Διοκλητιανοῦ καὶ ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Οὐαλερίου Μαξιμιανοῦ Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν, Παχὼν ιε. Αὐρήλιος Παθερμοῦτις Εὐτυχῆτος ἐπιδέδωκα καὶ ὤμοσα τὸν ὅρκον, ὡς πρόκιται. Αὐρήλιος Ἀπ… ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.