Ancient Greek
PSI 3 165
Documentary Papyri, Psi 3 165
Not analysed yet
Μουσαῖος διʼ ἐμοῦ Σαραπάμμωνος βοηθοῦ Θεοδοσίῳ γεωργῷ χωρίου Ἰσίου Παγγᾶ. παράσχου τοῖς ἐργάταις διαφόρων ἐποικίων ἐργαζομένοις εἰς τὸν καινὸν λάκκον ἐδαφῶν Θηβαίου ἐν τῇ ἡμέρᾳ ἐν ᾗ ἀπελάβαμεν τὸν νηρὸν τοῦ προκειμένου λάκκου ἀπὸ λόγου ῥύσεως δεκάτης ἰνδικτίονος οἴνου διπλᾶ δέκα καὶ τοῖς τηρηταῖς Κισσῶνος καὶ Νετνήου τηροῦσιν ἡμᾶς τὴν νύκτα ἡμέρας πέντε διπλᾶ πέντε. γίνονται ὁμοῦ διπλᾶ ιε. ἔτους ριη πζ …σεσημείωμαι οἴνου διπλᾶ δεκαπέντε εἰς Θεοδόσιον γεωργὸν Ἰσίου Παγγᾶ.