Ancient Greek
PSI 4 326
Documentary Papyri, Psi 4 326
Not analysed yet
Ζήνωνι Ἀρτεμίδωρος χαίρειν. ἀφʼ οὗ ἀπεδήμησας οὐθεὶς φροντίζει περὶ τῶν ἀργυρωμάτων. ἥκει δὲ ὁ τραπεζίτης πρὸς ἐμέ, ὀιόμενος ἑτέρωι πεπρακέναι αὐτά. ἐγὼ δὲ ἔλεγον πρὸς αὐτὸν οὐθὲν τούτων γεγενῆσθαι, ἀλλὰ περιεῖναι τὰ ἀργυρώματα. ὡμολόγει μοι χαλκούς. ἔλεγον αὐτῶι ἀνδρίζεσθαι. ὅσου δὲ ὁ τραπεζίτης λαμβάνει ἐν σοὶ ἔστω. ἔντειλαι τῶι παρά σου, ἵνα τὸ τάχος γένηται. εὐτύχει. Ἀρτεμίδωρος περὶ τῶν ἀργυρωμάτων. ἔτους κθ, Δαισίου κα, ἐν Ἀρσινόηι Ζήνωνι.