Ancient Greek
PSI 4 352
Documentary Papyri, Psi 4 352
Not analysed yet
Ζήνωνι χαίρειν Ἀρτεμίδωρος. τὰ ἔργα τὰ ἔνκαυτα τὰ ἐν τῶι μέσωι διαπώλει, ἵνα ὠφεληθῶσι· ἐμοὶ γὰρ ἱκανὸς ὀβολὸς τὴν ἡμέραν ε…εκ…υε… νον. ἐν οἴνωι γάρ εἰσιν καὶ ἐν πόρναις διὰ παντός· καὶ πρώην ἐν τῆι ἀπεγδόσει τῶν ἔργων βουλομένου ποιεῖν σοι πλεῖόν τι αἰσθόμενοι ἐπαρώινησάν με οἱ τρεῖς καὶ εἰς αὐτά με ἤγαγον. δέομαι οὖν σου, εἴ σοι δοκεῖ, βοήθησόν μοι, ἵνα μὴ πάλιν συμβαίνηι μοι πρὸς τὰ ἔργα προσπορευομένωι παροινεῖσθαι. εὐτύχει. ἔτους λβ, Φαμενὼθ κβ. Ἀρτεμίδωρος ἐνκαυτής