Ancient Greek
PSI 4 365
Documentary Papyri, Psi 4 365
Not analysed yet
Ἀσκληπιάδης Ζήνωνι χαίρειν. ἀπόστειλόν μοι τὸ εἰς τὴν πλίνθον κάτεργον γεινόμενον ὡς εἰς Η, ἅμα δὲ καὶ τοῖς ἐργάταις δραχμὰς …ὅπως ἀποδῶ ὃ προσοφείλομεν αὐτοῖς καὶ πλινθευτῆι . ὑπάρχει τῶν τὴν ὀπτὴν πλίνθον ἑλκόντων . σύνταξον δὲ καὶ τὰ κείμενα ὅπως γίνηται καὶ τὸ δ…ον ὅπως ἀποστείλῃς καὶ μὴ κατακωλυθησόμεθα. ἅμα δὲ καὶ τοὺς κοσκινευτάς· ὁ γὰρ σῖτος ἐπὶ τῆς ἅλω κείμενος οὐθὲν ὠφελεῖ ἡμᾶς. ἔρρωσο. ἔτους λε, Παχὼνς κε. ἔτους λε, Παχὼνς κϛ. Ἀσκληπιάδης Ζήνωνι