Ancient Greek
PSI 4 409 a
Documentary Papyri, Psi 4 409a
Not analysed yet
ὑπόμνημα Ἀρτεμιδώρωι παρὰ Ἱναρωῦτος μοσχοτρόφου. τῶν περιόντων μόσχων, ὧν καὶ λόγον δεδώκαμεν Ἀπολλωνίωι, τὸ καθʼ ἓν γραψα…ν ἐνεγκάντων …ὡσαύτως δὲ καὶ …μιαι τοῦ …εἰσιν οἱ περιόντες μόσχοι ϙε ὧν εἰσι βασιλικοὶ ιδ Ἀπολλωνίου πα ὧν ἐπέλεξεν εἰς τὴν Πενταετηρίδα μβ· λοιποὶ περιελείφθησαν εἰς τὰς θυσίας λθ ὧν εἰσὶν πρεσβῦται ἀχρεῖοι ια ὧν παρʼ Ἀπολλωνίου τοῦ ἑρμηνέως ϛ, παρὰ Ἡρακλεοδώρου α, παρὰ Διοτίμου α, παρὰ Ζωίλου α παρὰ Ζήνωνος ἄγριοι β· γίνονται ια· λοιποὶ κη ὧν ἐπέλεξεν τοῦ Ἁθὺρ κϛ ὥστε εἰς Κάνωπον ιη καὶ εἰς τὸ Καρικὸν ἐτύθη α· γίνονται ιθ· λοιποὶ θ. τούτων εἰσὶ λευκοὶ γ καὶ λεπτοὶ ϛ. εὐτύχει.