Ancient Greek
PSI 4 410
Documentary Papyri, Psi 4 410
Not analysed yet
Κελεῆσις Σωστράτωι Ζήνωνι χαίρειν. ἐξεδημήσατε οὐκ ἀνανγείλαντές μοι ἃ εἶπεν Ἀμμώνιος περί μου. ἐὰν οὖν ὑμῖν δόξηι, καλῶς ποιήσετε συναναβάνατες Ἀπολλωνίωι· παραγίνεται γάρ· περὶ Ὥρου ἐντυχεῖν Ἀμμωνίωι. οὐ γὰρ ἐξεποίησεν αὐτῶι νῦν παρόντι οἰκονομήσασθαι, ἵνα καὶ περὶ ἐμοῦ ἀξιώσητε αὐτόν. εἰ δὲ μὴ ἐκποιεῖ ὑμῖν, γράψατέ μοι ἵνα ἄλλον αὐτῶι προσαποστείλω. διὰ τὸ δὲ ὑμῖν ἐπέχειν οὐθένα ἄλλον ἠνώχληκα. ἔρρωσθε. Σωστράτωι Ζήνωνι