Ancient Greek
PSI 4 417 c
Documentary Papyri, Psi 4 417
Not analysed yet
…γεν… κεις τῶν Ζήνωνος γεω ργίων. καὶ πράσοντός μου Ζήνωνα τὸν σῖτον ἔλεγεν Ζήνων εἰσδοῦναι ἐν ὀφειλήματι Πύρρον ἵνα μὴ Ἀπολλωνίωι ἀναφέρηται ἐν Ζήνωνι ὀφείλημα. ἀπεκρίθη οὖν μοι Νικάνωρ ὅτι Ζήνων σε ἀδικεῖ καὶ οὐκ Ἐτέαρχος. κεχειρογράφηκα οὖν ἐφʼ ὧι οἴσω παρὰ σοῦ ἐπιστολὰς …σῖτον τοῦτον. καλῶς ἂν οὖν ποιήσαις γράψας συντόμως περὶ τούτων, ἵνα μὴ συνβῆι μοι ὑπὸ τὸν ὅρκον εἶναι. ἔρρωσο. Πύρρος γεωργὸς …Ἐτεάρχου