Ancient Greek
PSI 4 418
Documentary Papyri, Psi 4 418
Not analysed yet
Ζήνωνι χαίρειν Πύρων. καλῶς ποιήσεις, καθὰ καὶ προσεφώνησας ἀξιωθεὶς καὶ ὡμολόγησας πᾶν τὸ δυνατὸν ποιήσειν, φροντίσας ὅπως τό τε παιδίον ἱματισθῆι καὶ εἰς τὸ παλαιστρίδιον ἀποστέλληται μετὰ δὲ ταῦτα αὐτό γε τὸ ἀναγκαῖον περὶ σιταρίου φροντίσας, ὅπως μὴ ἐνδεεῖς ὦμεν καὶ ἐλαιδίου καὶ ἄν τί σοι ἄλλο φαίνηται, ἵνα παυσώμεθα ἀσχημονοῦντες· καὶ εἴ σοι φαίνεται, μὴ ἀποσύνταξον ὥσπερ τοὺς κυβευτὰς ἐπιτηροῦντας ὡς ἂν εἰσερχώμεθα ἀποπαιδαριοῦν γυμνοὺς ἱστάντας ἡμᾶς. ἀλλʼ εἴ σοι ἡμῶν πολυτελέστερον τὸ τριβώνιον φαίνεται εἶναι, ὀθόνιόν τι ἡμῖν σύνταξον δοῦναι, ἕως ἂν ἱματίου ἐπήβολοι γενώμεθα. καὶ τὸ ὅλον δὲ παῦσαι ἀσυνθετῶν περὶ ὧν ἂν ὁμολογήσηις ἡμῖν, ἵνα μὴ ἐξαθυμῶμεν. καὶ πρὸς τὸν Ἰάσονα γράψον περὶ ὧν σοι φαίνεται. εὐτύχει.