Ancient Greek
PSI 8 969
Documentary Papyri, Psi 8 969
Not analysed yet
Ἀχιλλεὺς Σελεύκωι χαίρειν καὶ ἐρρῶσθαι. Ἀρχέδημον τῶν ἰδίων καθεστάκαμεν σὺν Διοκλεῖ πρὸς τῆι προστασίαι τῶν κατὰ τὸν νόμον πάντων. ἐν οἷς ἐὰν σοῦ προσδέηται, συνέργει φιλοτιμότερον, ἵνʼ ἡμῖν μηθὲν ἐλλιπὲς γείνηται. καὶ σεαυτοῦ ἐπιμέλου, φίλε. ……ἔρρωσο. ἔτους α, Ἐπεὶφ ε. …Σελεύκωι.